Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.327 Joseph. BJ 7.334 (English) >>Joseph. BJ 7.341

7.331οὐδὲ γὰρ τοῦ φρουρίου φύσις ἀνάλωτος οὖσα πρὸς σωτηρίαν ὠφέληκεν, ἀλλὰ καὶ τροφῆς ἀφθονίαν καὶ πλῆθος ὅπλων καὶ τὴν ἄλλην ἔχοντες παρασκευὴν περιττεύουσαν ὑπʼ αὐτοῦ περιφανῶς τοῦ θεοῦ τὴν ἐλπίδα τῆς

-- --

σωτηρίας ἀφῃρήμεθα. 7.332τὸ γὰρ πῦρ εἰς τοὺς πολεμίους φερόμενον οὐκ αὐτομάτως ἐπὶ τὸ κατασκευασθὲν τεῖχος ὑφʼ ἡμῶν ἀνέστρεψεν, ἀλλʼ ἔστι ταῦτα χόλος πολλῶν ἀδικημάτων, μανέντες εἰς τοὺς ὁμοφύλους ἐτολμήσαμεν. 7.333ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις Ῥωμαίοις δίκας ἀλλὰ τῷ θεῷ διʼ ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι· 7.334θνησκέτωσαν γὰρ γυναῖκες ἀνύβριστοι καὶ παῖδες δουλείας ἀπείρατοι, μετὰ δʼ αὐτοὺς ἡμεῖς εὐγενῆ χάριν ἀλλήλοις παράσχωμεν καλὸν ἐντάφιον τὴν ἐλευθερίαν φυλάξαντες. 7.335πρότερον δὲ καὶ τὰ χρήματα καὶ τὸ φρούριον πυρὶ διαφθείρωμεν· λυπηθήσονται γὰρ Ῥωμαῖοι, σαφῶς οἶδα, μήτε τῶν ἡμετέρων σωμάτων κρατήσαντες καὶ τοῦ κέρδους ἁμαρτόντες. 7.336τὰς τροφὰς μόνας ἐάσωμεν· αὗται γὰρ ἡμῖν τεθνηκόσι μαρτυρήσουσιν ὅτι μὴ κατʼ ἔνδειαν ἐκρατήθημεν, ἀλλʼ ὥσπερ ἐξ ἀρχῆς διέγνωμεν, θάνατον ἑλόμενοι πρὸ δουλείας.” 7.337

Ταῦτα Ἐλεάζαρος ἔλεγεν. οὐ μὴν κατʼ αὐτὸ ταῖς γνώμαις προσέπιπτε τῶν παρόντων, ἀλλʼ οἱ μὲν ἔσπευδον ὑπακούειν καὶ μόνον οὐχ ἡδονῆς ἐνεπίμπλαντο καλὸν εἶναι τὸν θάνατον νομίζοντες,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.327 Joseph. BJ 7.334 (English) >>Joseph. BJ 7.341

Powered by PhiloLogic